Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 18:10-27 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 18:10-27 in μετάφραση των εβδομήκοντα

10 Ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου, ἢ θυγατρὸς θυγατρός σου, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
11 Ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ὁμοπατρία ἀδελφή σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
12 Ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ πατρός σου ἐστιν.
13 Ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ μητρός σου ἐστίν.
14 Ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ, συγγενὴς γάρ σου ἐστίν.
15 Ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις, γυνὴ γὰρ υἱοῦ σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
16 Ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη ἀδελφοῦ σου ἐστίν.
17 Ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς, καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν, οἰκεῖαι γάρ σου εἰσίν· ἀσέβημα ἐστι.
18 Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς.
19 Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
20 Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν.
21 Καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι· καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος.
22 Καὶ μετὰ ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βδέλυγμα γάρ ἐστι.
23 Καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν, ἐκμιανθῆναι πρὸς αὐτό· καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι· μυσαρὸν γάρ ἐστι.
24 Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμίανθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
25 καὶ ἐξεμιάνθη ἡ γῆ καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς διʼ αὐτὴν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπʼ αὐτῆς.
26 Καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων ὁ ἐγχώριος, καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
27 (Πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς, οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ·)
ΛΕΥΙΤΙΚΟΝ 18 in μετάφραση των εβδομήκοντα