Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 15:27-33 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 15:27-33 in μετάφραση των εβδομήκοντα

27 Πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
28 Ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας, καὶ μετὰ ταῦτα καθαρισθήσεται.
29 Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὑτῇ δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
30 Καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας, καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς.
31 Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν· καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς.
32 Οὗτος ὁ νόμος τοῦ γονοῤῥυοῦς· καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ,
33 καὶ τῇ αἱμοῤῥοούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονοῤῥυὴς ἐν τῇ ῥύσει αὐτοῦ τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρὶ, ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης.
ΛΕΥΙΤΙΚΟΝ 15 in μετάφραση των εβδομήκοντα