Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 14:3-12 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 14:3-12 in μετάφραση των εβδομήκοντα

3 Καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ.
4 Καὶ προστάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ ὕσσωπον.
5 Καὶ προστάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφʼ ὕδατι ζῶντι.
6 Καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήμψεται αὐτὸ, καὶ τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κλωστὸν κόκκινον, καὶ τὸν ὕσσωπον, καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφʼ ὕδατι ζῶντι.
7 Καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον.
8 Καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ, καὶ ξυρηθήσεται αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρὸς ἔσται· καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας.
9 Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν πώγωνα, καὶ τὰς ὀφρῦς, καὶ πᾶσαν τὴς τρίχα αὐτοῦ ξυρηθήσεται· καὶ πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται.
10 Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται δύο ἀμνοὺς ἀμώμους ἑνιαυσίους, καὶ πρόβατον ἄμωμον ἑνιαύσιον, καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίῳ, καὶ κοτύλην ἐλαίου μίαν.
11 Καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων, τὸν ἄνθρωπον τὸν καθαριζόμενον, καὶ ταῦτα ἔναντι Κυρίου, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
12 Καὶ λήψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα, καὶ προσάξει αὐτὸν τῆς πλημμελείας, καὶ τὴν κοτύλην τοῦ ἐλαίου, καὶ ἀφοριεῖ αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου.
ΛΕΥΙΤΙΚΟΝ 14 in μετάφραση των εβδομήκοντα