Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 11:9-18 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 11:9-18 in μετάφραση των εβδομήκοντα

9 Καὶ ταῦτα, ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασι· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ταῦτα φάγεσθε.
10 Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες ἐν τῷ ὕδατι, ἢ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς τῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι, καὶ βδελύγματα ἔσονται ὑμῖν.
11 Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε.
12 Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες τῶν ἐν τοῖς ὕδασι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.
13 Καὶ ταῦτα, ἃ βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστι· τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον,
14 καὶ τὸν γύπα, καὶ τὸν ἴκτινον καὶ τὰ ὅμοια αὐτῷ.
15 Καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, καὶ τὰ ὅμοια αὐτῷ·
16 Καὶ πάντα κόρακα, καὶ τὰ ὅμοια αὐτῷ· καὶ ἱέρακα, καὶ τὰ ὅμοια αὐτῷ·
17 καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν,
18 καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον,
ΛΕΥΙΤΙΚΟΝ 11 in μετάφραση των εβδομήκοντα