Text copied!
Bibles in Ancient Greek (to 1453)

ΚΡΙΤΑΙ 3:1-6 in Ancient Greek (to 1453)

Help us?

ΚΡΙΤΑΙ 3:1-6 in μετάφραση των εβδομήκοντα

1 Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν.
2 Πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά.
3 Τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων, καὶ πάντα τὸν Χαναναῖον, καὶ τὸν Σιδώνιον, καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἀερμὼν ἕως Λαβωεμάθ.
4 Καὶ ἐγένετο ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
5 Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου, καὶ τοῦ Χετταίου, καὶ τοῦ Ἀμοῤῥαίου, καὶ τοῦ Φερεζαίου, καὶ τοῦ Εὐαίου, καὶ τοῦ Ἰεβουσαίου.
6 Καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
ΚΡΙΤΑΙ 3 in μετάφραση των εβδομήκοντα