Text copied!
Bibles in Ancient Greek (to 1453)

ΚΡΙΤΑΙ 20:7-18 in Ancient Greek (to 1453)

Help us?

ΚΡΙΤΑΙ 20:7-18 in μετάφραση των εβδομήκοντα

7 Ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ἰσραὴλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ.
8 Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες, οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ.
9 Καὶ νῦν τοῦτο τὸ ῥῆμα, ὃ ποιηθήσεται τῇ Γαβαᾷ· ἀναβησόμεθα ἐπʼ αὐτὴν ἐν κλήρῳ.
10 Πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ἰσραὴλ, καὶ ἑκατὸν τοῖς χιλίοις, καὶ χιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμὶν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν Ἰσραήλ.
11 Καὶ συνήχθη πᾶς ἀνὴρ Ἰσραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.
12 Καὶ ἀπέστειλαν αἱ φυλαὶ Ἰσραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν, λέγοντες, τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;
13 Καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαὰ, καὶ θανατώσομεν αὐτοὺς, καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ἰσραήλ· καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ἰσραήλ.
14 Καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ἰσραήλ.
15 Καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἰκοσιτρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἱ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες
16 ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες.
17 Καὶ ἀνὴρ Ἰσραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως.
18 Καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ, καὶ ἠρώτησαν ἐν τῷ Θεῷ· καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος, Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.
ΚΡΙΤΑΙ 20 in μετάφραση των εβδομήκοντα