Text copied!
Bibles in Ancient Greek (to 1453)

ΚΡΙΤΑΙ 1:10-17 in Ancient Greek (to 1453)

Help us?

ΚΡΙΤΑΙ 1:10-17 in μετάφραση των εβδομήκοντα

10 Καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών· καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ· καὶ ἐπάτάξαν τὸν Σεσσὶ καὶ Ἀχιμὰν καὶ Θολμὶ γεννήματα τοῦ Ἐνάκ.
11 Καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφὲρ, πόλις Γραμμάτων.
12 Καὶ εἶπε Χάλεβ, ὃς ἂν πατάξῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ προκαταλάβηται αὐτὴν, δώσω αὐτῷ τὴν Ἀσχὰ θυγατέρα μου εἰς γυναῖκα.
13 Καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος· καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν Ἀσχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
14 Καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς, καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν· καὶ ἐγόγγυζε καὶ ἔκραζεν ἀπὸ τοῦ ὑποζυγίου, εἰς γῆν Νότου ἐκδέδοσαί με· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι;
15 Καὶ εἶπεν αὐτῷ Ἀσχὰ, δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν Νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος· καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.
16 Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀρὰδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.
17 Καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφὲθ, καὶ ἐξωλόθρευσαν αὐτους· καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως, Ἀνάθεμα.
ΚΡΙΤΑΙ 1 in μετάφραση των εβδομήκοντα