17Λέγει αὐτῷ τὸ τρίτον, «Σίμων Ἰωνᾶ, φιλεῖς με;» Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, «Φιλεῖς με;» Καὶ εἶπεν αὐτῷ· «Κύριε, σὺ πάντα οἶδας. Σὺ γινώσκεις ὅτι φιλῶ σε.» Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Βόσκε τὰ πρόβατά μου.
18Ἀμήν, ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.»
19(Τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.) Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, «Ἀκολούθει μοι.»