15Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Γύναι, τί κλαίεις; Τίνα ζητεῖς;» Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν, λέγει αὐτῷ, «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.»
16Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Μαρία.» Στραφεῖσα ἐκείνη, λέγει αὐτῷ, «Ῥαβουνί» (ὃ λέγεται, Διδάσκαλε).
17Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς, ‹Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.› »
18Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακεν τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.