Text copied!
Bibles in Ancient Greek (to 1453)

ΙΗΣΟΥΣ 24:30-32 in Ancient Greek (to 1453)

Help us?

ΙΗΣΟΥΣ 24:30-32 in μετάφραση των εβδομήκοντα

30 Καὶ ἐγένετο μετʼ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου ἐκατὸν δέκα ἐτῶν.
31 Καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασαρὰχ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ ἀπὸ βοῤῥᾶ τοῦ ὄρους τοῦ Γαλαάδ·
31a ἐκεῖ ἔθηκαν μετʼ αὐτοῦ εἰς τὸ μνῆμα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς Κύριος· καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.
32 Καὶ τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ἰακὼβ παρὰ τῶν Ἀμοῤῥαίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν, καὶ ἔδωκεν αὐτὴν Ἰωσὴφ ἐν μερίδι.
ΙΗΣΟΥΣ 24 in μετάφραση των εβδομήκοντα