Text copied!
Bibles in Ancient Greek (to 1453)

ΙΗΣΟΥΣ 18:1-7 in Ancient Greek (to 1453)

Help us?

ΙΗΣΟΥΣ 18:1-7 in μετάφραση των εβδομήκοντα

1 Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἡ γῆ ἐκρατήθη ὑπʼ αὐτῶν.
2 Καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.
3 Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν;
4 Δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν, καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν. Καὶ διέλθοσαν πρὸς αὐτόν·
5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας· Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ Λιβὸς, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ Βοῤῥᾶ.
6 Ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας, καὶ ἐνέγκατε ὧδε πρὸς μὲ, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν.
7 Οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν· ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπʼ ἀνατολῆς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου.
ΙΗΣΟΥΣ 18 in μετάφραση των εβδομήκοντα