Text copied!
Bibles in Ancient Greek (to 1453)

ΙΗΣΟΥΣ 15:14-32 in Ancient Greek (to 1453)

Help us?

ΙΗΣΟΥΣ 15:14-32 in μετάφραση των εβδομήκοντα

14 Καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς Ἰεφονὴ τοὺς τρεῖς υἱοὺς Ἐνὰκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν Ἀχιμᾶ.
15 Καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον πόλις Γραμμάτων.
16 Καὶ εἶπε Χάλεβ, ὃς ἂν λάβῃ καὶ ἐκκόψῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἀσχὰν θυγατέρα μου εἰς γυναῖκα.
17 Καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Χενὲζ ἀδελφοῦ Χάλεβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσχὰν θυγατέρα αὐτοῦ γυναῖκα.
18 Καὶ ἐγένετο ἐν τῷ ἐκπορεύέσθαι αὐτὴν καὶ συνέβουλεύσατο αὐτῷ, λέγουσα, αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι;
19 Καὶ εἶπεν αὐτῷ, δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Βοτθανίς· καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω.
20 Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.
21 Ἐγενήθησαν δὲ πόλεις αὐτῶν πόλεις πρὸς τῇ φυλῇ υἱῶν Ἰούδα ἐφʼ ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου, καὶ Βαισελεὴλ, καὶ Ἀρὰ, καὶ Ἀσὼρ,
22 καὶ Ἰκὰμ, καὶ Ῥεγμὰ, καὶ Ἀρουὴλ,
23 καὶ Κάδης, καὶ Ἀσοριωναὶν, καὶ Μαινὰμ,
24 καὶ Βαλμαινὰν, καὶ αἱ κῶμαι αὐτῶν,
25 καὶ αἱ πόλεις Ἀσερὼν, αὕτη Ἀσὼρ,
26 καὶ Σὴν, καὶ Σαλμαὰ, καὶ Μωλαδὰ,
27 καὶ Σερὶ, καὶ Βαιφαλὰθ,
28 καὶ Χολασεωλὰ, καὶ Βηρσαβεέ· καὶ αἱ κῶμαι αὐτῶν, καὶ αἱ ἐπαύλεις αὐτῶν,
29 Βαλὰ, καὶ Βακὼκ, καὶ Ἀσὸμ,
30 καὶ Ἐλβωϋδὰδ, καὶ Βαιθὴλ, καὶ Ἑρμὰ,
31 καὶ Σεκελὰκ, καὶ Μαχαρὶμ, καὶ Σεθεννὰκ,
32 καὶ Λαβὼς, καὶ Σαλὴ, καὶ Ἐρωμώθ· πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν.
ΙΗΣΟΥΣ 15 in μετάφραση των εβδομήκοντα