Text copied!
Bibles in Ancient Greek (to 1453)

ΙΗΣΟΥΣ 10:32-41 in Ancient Greek (to 1453)

Help us?

ΙΗΣΟΥΣ 10:32-41 in μετάφραση των εβδομήκοντα

32 Καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας Ἰσραήλ. καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά.
33 Τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχείς· καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους, καὶ τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.
34 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Λαχὶς εἰς Ὀδολλὰμ, καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν.
35 Καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ· καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν ἀτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς.
36 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ εἰς Χεβρὼν, καὶ περιεκάθισεν αὐτήν.
37 Καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν τὸ ἐμπνέον ὅσα ἦν ἐν αὐτῇ· οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλὰμ, ἐξωλόθρευσαν αὐτὴν, καὶ ὅσα ἦν ἐν αὐτῇ.
38 Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβίρ· καὶ περικαθίσαντες αὐτὴν,
39 ἔλαβον αὐτὴν, καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὰς κώμας αὐτῆς· καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτὴν, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ· καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς.
40 Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς, καὶ τὴν Ναγὲβ, καὶ τὴν πεδινὴν, καὶ τὴν Ἀσηδὼθ, καὶ τοὺς βασιλεῖς αὐτῆς· οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραὴλ,
41 ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών.
ΙΗΣΟΥΣ 10 in μετάφραση των εβδομήκοντα