Text copied!
Bibles in Ancient Greek (to 1453)

ΙΗΣΟΥΣ 10:18-30 in Ancient Greek (to 1453)

Help us?

ΙΗΣΟΥΣ 10:18-30 in μετάφραση των εβδομήκοντα

18 Καὶ εἶπεν Ἰησοῦς, κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου, καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπʼ αὐτούς.
19 Ὑμεῖς δὲ μὴ ἑστήκατε, καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν, καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν, καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
20 Καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασωζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς.
21 Καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς· καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν Ἰηραὴλ τῇ γλώσσῃ αὐτοῦ.
22 Καὶ εἶπεν Ἰησοῦς, ἀνοίξατε τὸ σπήλαιον, καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.
23 Καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἱερουσαλὴμ, καὶ τὸν βασιλέα Χεβρὼν, καὶ τὸν βασιλέα Ἱεριμοὺθ, καὶ τὸν βασιλέα Λαχὶς, καὶ τὸν βασιλέα Ὀδολλάμ.
24 Καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραὴλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς, προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν· καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.
25 Καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτοὺς, μὴ φοβηθῆτε αὐτοὺς, μηδὲ δειλιάσητε, ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.
26 Καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς, καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων· καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας.
27 Καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς, ἐνετείλατο Ἰησοῦς, καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων, καὶ ἔῤῥιψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.
28 Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον ὃ ἦν ἐν αὐτῇ· καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
29 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ, καὶ ἐπολιόρκει Λεβνά.
30 Καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ· καὶ ἔλαβον αὐτὴν, καὶ τὸν βασιλέα αὐτῆς, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ· καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
ΙΗΣΟΥΣ 10 in μετάφραση των εβδομήκοντα