Text copied!
Bibles in Ancient Greek (to 1453)

ΙΗΣΟΥΣ 10:1-14 in Ancient Greek (to 1453)

Help us?

ΙΗΣΟΥΣ 10:1-14 in μετάφραση των εβδομήκοντα

1 Ὡς δὲ ἤκουσεν Ἀδωνιβεζέκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ, καὶ ἐξωλόθρευσεν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραὴλ,
2 καὶ ἐφοβήθησαν ἀπʼ αὐτῶν σφόδρα· ᾔδει γὰρ ὅτι πόλις μεγάλη Γαβαὼν, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί.
3 Καὶ ἀπέστειλεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἰερουσαλὴμ πρὸς Ἐλὰμ βασιλέα Χεβρὼν, καὶ πρὸς Φιδὼν βασιλέα Ἱερειμοὺθ, καὶ πρὸς Ἰεφθα βασιλέα Λαχὶς καὶ πρὸς Δαβεὶν βασιλέα Ὀδολλὰμ, λέγων,
4 δεῦτε, ἀνάβητε πρός με, καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
5 Καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἱερουσαλὴμ, καὶ βασιλεὺς Χεβρὼν, καὶ βασιλεὺς Ἱεριμοὺθ, καὶ βασιλεὺς Λαχὶς, καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν. καὶ περιεκάθισαν τὴν Γαβαὼν, καὶ ἐξεπολιόρκουν αὐτήν.
6 Καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, λέγοντες, μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς, τοτάχος, και βοήθησον ἡμῖν, καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφʼ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οἱ κατοικοῦντες τὴν ὀρεινὴν.
7 Καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετʼ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ.
8 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν.
9 Καὶ ἐπεὶ παρεγένετο Ἰησοῦς ἐπʼ αὐτοὺς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων.
10 Καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών· καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνείν, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά.
11 Ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τὴς καταβάσεως Ὡρωνεὶν, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά· καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.
12 Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν Ἀμοῤῥαῖον ὑποχείριον Ἰσραὴλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν, καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ· καὶ εἶπεν Ἰησοῦς, στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών.
13 Καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν· καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.
14 Καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ.
ΙΗΣΟΥΣ 10 in μετάφραση των εβδομήκοντα