Text copied!
Bibles in Ancient Greek (to 1453)

ΗΣΑΙΑΣ 10:8-20 in Ancient Greek (to 1453)

Help us?

ΗΣΑΙΑΣ 10:8-20 in μετάφραση των εβδομήκοντα

8 Καὶ ἐὰν εἴπωσιν αὐτῷ, σὺ μόνος εἶ ἄρχων·
9 Καὶ ἐρεῖ, οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν;
10 Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι· ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ, καὶ ἐν Σαμαρείᾳ.
11 Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς.
12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλήμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.
13 Εἶπε γὰρ, ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω·
14 Καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.
15 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πριὼν ἄνευ τοῦ ἔλκοντος αὐτόν; ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον· καὶ οὐχ οὕτως,
16 ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
17 Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσρὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην·
18 τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ, καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχὴς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης.
19 Καὶ οἱ καταλειφθέντες ἀπʼ αὐτῶν ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς.
20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.
ΗΣΑΙΑΣ 10 in μετάφραση των εβδομήκοντα