Text copied!
Bibles in Ancient Greek (to 1453)

ΗΣΑΙΑΣ 10:4-13 in Ancient Greek (to 1453)

Help us?

ΗΣΑΙΑΣ 10:4-13 in μετάφραση των εβδομήκοντα

4 Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργή, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.
5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
6 Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.
7 Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα.
8 Καὶ ἐὰν εἴπωσιν αὐτῷ, σὺ μόνος εἶ ἄρχων·
9 Καὶ ἐρεῖ, οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν;
10 Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι· ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ, καὶ ἐν Σαμαρείᾳ.
11 Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς.
12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλήμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.
13 Εἶπε γὰρ, ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω·
ΗΣΑΙΑΣ 10 in μετάφραση των εβδομήκοντα