Text copied!
Bibles in Ancient Greek (to 1453)

ΗΣΑΙΑΣ 10:24-29 in Ancient Greek (to 1453)

Help us?

ΗΣΑΙΑΣ 10:24-29 in μετάφραση των εβδομήκοντα

24 Διατοῦτο τάδε λέγει Κύριος σαβαὼθ, μὴ φοβοῦ ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
25 Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν.
26 Καὶ ἐγερεῖ ὁ Θεὸς ἐπʼ αὐτοὺς, κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως· καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατʼ Αἴγυπτον.
27 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀφαιρεθήσεται ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ ὁ φόβος αὐτοῦ ἀπό σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.
28 Ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί, καὶ παρελεύσεται εἰς Μαγεδὼ, καὶ ἐν Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ.
29 Καὶ παρελεύσεται φάραγγα, καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήψεται Ῥαμᾶ, πόλιν Σαοὺλ, φεύξεται
ΗΣΑΙΑΣ 10 in μετάφραση των εβδομήκοντα