23 Λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον Κύριος ποιήσει ἐν τῇ οἰκουμένῃ ὅλῃ.
24 Διατοῦτο τάδε λέγει Κύριος σαβαὼθ, μὴ φοβοῦ ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
25 Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν.