10 Καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν, ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξε Κύριος·
11 Τὴν σκηνὴν, καὶ τὰ παραρύματα, καὶ τὰ κατακαλύμματα, καὶ τὰ διατόνια, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους,
12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ τοὺς ἀναφορεῖς αὐτῆς, καὶ τὸ ἱλαστήριον αὐτῆς, καὶ τὸ καταπέτασμα,
12a καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου, καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος,