Text copied!
Bibles in Ancient Greek (to 1453)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 4:9-15 in Ancient Greek (to 1453)

Help us?

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 4:9-15 in μετάφραση των εβδομήκοντα

9 Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστὶν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν·
10 Ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ· καὶ οὐαὶ αὐτῷ τῷ ἑνὶ, ὅταν πέσῃ καὶ μὴ ᾖ δεύτερος ἐγεῖραι αὐτόν.
11 Καί γε ἐὰν κοιμηθῶσι δύο, καὶ θέρμη αὐτοῖς, καὶ ὁ εἷς πῶς θερμανθῇ;
12 Καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται.
13 Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι·
14 Ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης.
15 Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς στήσεται ἀντʼ αὐτοῦ.
ΕΚΚΛΗΣΙΑΣΤΗΣ 4 in μετάφραση των εβδομήκοντα