Text copied!
Bibles in Ancient Greek (to 1453)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 2:5-15 in Ancient Greek (to 1453)

Help us?

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 2:5-15 in μετάφραση των εβδομήκοντα

5 ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ.
6 Ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπʼ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα.
7 Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ.
8 Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ ἐντρυφήματα υἱῶν ἀνθρώπων, οἰνοχόον καὶ οἰνοχόας.
9 Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἀπὸ ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καί γε σοφία μου ἐστάθη μοι.
10 Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπʼ αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης μου, ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου· καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου.
11 Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περίσσεια ὑπὸ τὸν ἥλιον.
12 Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ παραφορὰν καὶ ἀφροσύνην, ὅτι τίς ἄνθρωπος ὅς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς; τὰ ὅσα ἐποίησεν αὐτήν.
13 Καὶ εἶδον ἐγὼ ὅτι ἐστὶ περίσσεια τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περίσσεια τοῦ φωτὸς ὑπὲρ τὸ σκότος.
14 Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται· καὶ ἔγνων καί γε ἐγὼ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
15 Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι, καὶ ἱνατί ἐσοφισάμην ἐγώ; περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, ὅτι καί γε τοῦτο ματαιότης, διότι ὁ ἄφρων ἐκ περισσεύματος λαλεῖ·
ΕΚΚΛΗΣΙΑΣΤΗΣ 2 in μετάφραση των εβδομήκοντα