Text copied!
Bibles in Ancient Greek (to 1453)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 12:5-13 in Ancient Greek (to 1453)

Help us?

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 12:5-13 in μετάφραση των εβδομήκοντα

5 Καὶ εἰς τὸ ὕψος ὄψονται, καὶ θάμβοι ἐν τῇ ὁδῷ, καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρὶς, καὶ διασκεδασθῇ ἡ κάππαρις, ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι.
6 Ἕως ὅτου μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου, καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου, καὶ συντριβῇ ὑδρία ἐπὶ τῇ πηγῇ, καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον·
7 Καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεὸν ὃς ἔδωκεν αὐτό.
8 Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστὴς, τὰ πάντα ματαιότης.
9 Καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφὸς, ὅτι ἐδίδαξε γνῶσιν σὺν τὸν ἄνθρωπον, καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν.
10 Πολλὰ ἐζήτησεν Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος, καὶ γεγραμμένον εὐθύτητος, λόγους ἀληθείας.
11 Λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός.
12 Καὶ περισσὸν ἐξ αὐτῶν υἱέ μου φύλαξαι· τοῦ ποιῆσαι βιβλία πολλὰ οὐκ ἔστι περασμὸς, καὶ μελέτη πολλὴ κόπωσις σαρκός.
13 Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε· ὅτι τοῦτο πᾶς ὁ ἄνθρωπος.
ΕΚΚΛΗΣΙΑΣΤΗΣ 12 in μετάφραση των εβδομήκοντα