Text copied!
Bibles in Ancient Greek (to 1453)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 21:10-17 in Ancient Greek (to 1453)

Help us?

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 21:10-17 in μετάφραση των εβδομήκοντα

10 Ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ σοι Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν,
11 καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐνθυμηθῇς αὐτῆς, καὶ λάβῃς αὐτὴν σεαυτῷ γυναῖκα,
12 καὶ εἰσάξῃς αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς, καὶ περιονυχιεῖς αὐτὴν,
13 καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας ἀπʼ αὐτῆς, καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου, καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας· καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή.
14 Καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου· οὐκ ἀθετήσεις αὐτὴν, διότι ἐταπείνωσας αὐτήν.
15 Ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη, καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης·
16 Καὶ ἔσται ἡ· ἂν ἡμέρᾳ κατακληρονομῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον·
17 Ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα.
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 21 in μετάφραση των εβδομήκοντα