28 Καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθὴλ, καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσι τὸν Κύριον.
29 Καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν· καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν.
30 Καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σωκχὼθ Βενὶθ, καὶ οἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Ἐργέλ, καὶ οἱ ἄνδρες Αἱμὰθ ἐποίησαν τὴν Ἀσιμὰθ,
31 καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν Ἐβλαζὲρ καὶ τὴν Θαρθὰκ, καὶ ὁ Σεπφαρουαῒμ ἡνίκα κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Ἀδραμέλεχ καὶ Ἀνημελὲχ θεοῖς Σεπφαρουαΐμ.
32 Καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν.
33 Καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισαν αὐτοὺς ἐκεῖθεν.
34 Ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται, καὶ αὐτοὶ ποιοῦσι κατὰ τὰ δικαιώματα αὐτῶν, καὶ κατὰ τὴν κρίσιν αὐτῶν, καὶ κατὰ τὸν νόμον, καὶ κατὰ τὴν ἐντολὴν ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰακὼβ, οὗ ἔθηκε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ.