Text copied!
Bibles in Ancient Greek (to 1453)

ΒΑΣΙΛΕΙΩΝ Δ 13:2-10 in Ancient Greek (to 1453)

Help us?

ΒΑΣΙΛΕΙΩΝ Δ 13:2-10 in μετάφραση των εβδομήκοντα

2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη ἀπʼ αὐτῆς.
3 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ υἱοῦ Ἄδερ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας.
4 Καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλίψιν Ἰσραὴλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
5 Καὶ ἔδωκε Κύριος σωτηρίαν τῷ Ἰσραὴλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης.
6 Πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐν αὐτῇ ἐπορεύθη· καὶ γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
7 Ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαὸς, ἀλλʼ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺ Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
8 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
9 Καὶ ἐκοιμήθη Ἰωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
10 Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωάχαζ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.
ΒΑΣΙΛΕΙΩΝ Δ 13 in μετάφραση των εβδομήκοντα