Text copied!
Bibles in Ancient Greek (to 1453)

ΒΑΣΙΛΕΙΩΝ Γ 8:46-62 in Ancient Greek (to 1453)

Help us?

ΒΑΣΙΛΕΙΩΝ Γ 8:46-62 in μετάφραση των εβδομήκοντα

46 Ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν, καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν ἢ ἐγγὺς,
47 καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν ἐν γῇ μετοικίας αὐτῶν, καὶ δεηθῶσί σου, λέγοντες, ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν,
48 καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν οὗ μετήγαγες αὐτοὺς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως ἧς ἐξελέξω, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,
49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου,
50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίας αὐτῶν αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτοὺς, καὶ οἰκτειρήσουσιν εἰς αὐτοὺς,
51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.
52 Καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου, καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ἰσραὴλ, εἰσακούειν αὐτῶν ἐν πᾶσιν οἷς ἂν ἐπικαλέσωνταί σε.
53 Ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ, ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε.
53a Τότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτὸν, Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ· Κύριος εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ τοῦ κατοικεῖν ἐπὶ καινότητος· οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;
54 Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.
55 Καὶ ἔστη, καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν Ἰσραὴλ φωνῇ μεγάλῃ, λέγων,
56 εὐλογητὸς Κύριος σήμερον ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ.
57 Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,
58 Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς, ἐπικλῖναι καρδίας ἡμῶν ἐπʼ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ, καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.
59 Καὶ ἔστωσαν οἱ λόγοι οὗτοι ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δοῦλου σου, καὶ τὸ δικαίωμα λαοῦ Ἰσραὴλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ·
60 ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεὸς, αὐτὸς Θεὸς, καὶ οὐκ ἔστιν ἔτι.
61 Καὶ ἔστωσαν αἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν, καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ, καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη.
62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου.
ΒΑΣΙΛΕΙΩΝ Γ 8 in μετάφραση των εβδομήκοντα