Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΣΜΑ 8:8-14 in Ancient Greek (to 1453)

Help us?

ΑΣΜΑ 8:8-14 in μετάφραση των εβδομήκοντα

8 Ἀδελφή ἡμῶν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν, ἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ;
9 Εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπʼ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπʼ αὐτὴν σανίδα κεδρίνην.
10 Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.
11 Ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεεθλαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
12 Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι Σαλωμὼν, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
13 Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου, ἀκούτισόν με.
14 Φύγε ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη τῶν ἀρωμάτων.
ΑΣΜΑ 8 in μετάφραση των εβδομήκοντα