Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΣΜΑ 5:9-14 in Ancient Greek (to 1453)

Help us?

ΑΣΜΑ 5:9-14 in μετάφραση των εβδομήκοντα

9 Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
10 Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων.
11 Κεφαλὴ αὐτοῦ χρυσίον κεφὰζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ.
12 Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα.
13 Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη.
14 Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου.
ΑΣΜΑ 5 in μετάφραση των εβδομήκοντα