Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 26:4-31 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 26:4-31 in μετάφραση των εβδομήκοντα

4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου,
5 Ῥουβὴν πρωτότοκος Ἰσραήλ· υἱοὶ δὲ Ῥουβὴν Ἐνὼχ, καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοῦ, δῆμος τοῦ Φαλλουί.
6 Τῷ Ἀσρὼν, δῆμος τοῦ Ἀσρωνεί· τῷ Χαρμὶ, δῆμος τοῦ Χαρμί.
7 Οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
8 Καὶ υἱοῖ Φαλλοὺ, Ἑλιάβ.
9 Καὶ υἱοὶ Ἑλιὰβ, Ναμουὴλ, καὶ Δαθὰν, καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς· οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ, ἐν τῇ ἐπισυστάσει Κυρίου.
10 Καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ Κορὲ, ἐν τῷ θανάτῳ τῆς συναγωγῆ αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ·
11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.
12 Καὶ οἱ υἱοὶ Συμεὼν, ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ, δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν, δῆμος Ἰαχινί·
13 Τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ, δῆμος ὁ Σαουλί.
14 Οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
15 Υἱοὶ δὲ Ἰούδα, Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανον Ἤρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν.
16 Καὶ ἐγένοντο οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ, δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς, δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ, δῆμος ὁ Ζαραΐ.
17 Καὶ ἐγένοντο οἱ υἱοὶ Φαρὲς, τῷ Ἀσρὼν, δῆμος ὁ Ἀσρωνί· τῷ Ἰαμοῦν, δῆμος ὁ Ἰαμουνί.
18 Οὗτοι δῆμοι τοῦ Ἰούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
19 Καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ, δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ, δῆμος ὁ Φουαΐ·
20 Τῷ Ἰασοὺβ, δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ, δῆμος ὁ Σαμραμί.
21 Οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
22 Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ, δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν, δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ, δῆμος ὁ Ἀλληλί.
23 Οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἐξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
24 Υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν, δῆμος ὁ Σαφωνί· τῷ Ἀγγὶ, δῆμος ὁ Ἀγγί· τῷ Σουνὶ, δῆμος ὁ Σουνί·
25 τῷ Ἀζενὶ, δῆμος ὁ Ἀζενί· τῷ Ἀδδὶ, δῆμος ὁ Ἀδδί·
26 τῷ Ἀροδὶ, δῆμος ὁ Αροαδί· τῷ Ἀριὴλ, δῆμος ὁ Ἀριηλί.
27 Οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἑπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
28 Υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰεσοὺ, δῆμος ὁ Ἰεσουΐ· τῷ Βαριὰ, δῆμος ὁ Βαριαΐ.
29 Τῷ Χοβὲρ, δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ, δῆμος ὁ Μελχιηλί.
30 Καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ, Σάρα.
31 Οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.
ΑΡΙΘΜΟΙ 26 in μετάφραση των εβδομήκοντα