Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 26:1-14 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 26:1-14 in μετάφραση των εβδομήκοντα

1 Καὶ ἐγένετο μετὰ τὴν πληγὴν, καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ τὸν ἱερέα, λέγων,
2 λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατʼ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ.
3 Καὶ ἐλάλησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς ἐν Ἀραβὼθ Μωἀβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ, λέγων,
4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου,
5 Ῥουβὴν πρωτότοκος Ἰσραήλ· υἱοὶ δὲ Ῥουβὴν Ἐνὼχ, καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοῦ, δῆμος τοῦ Φαλλουί.
6 Τῷ Ἀσρὼν, δῆμος τοῦ Ἀσρωνεί· τῷ Χαρμὶ, δῆμος τοῦ Χαρμί.
7 Οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
8 Καὶ υἱοῖ Φαλλοὺ, Ἑλιάβ.
9 Καὶ υἱοὶ Ἑλιὰβ, Ναμουὴλ, καὶ Δαθὰν, καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς· οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ, ἐν τῇ ἐπισυστάσει Κυρίου.
10 Καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ Κορὲ, ἐν τῷ θανάτῳ τῆς συναγωγῆ αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ·
11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.
12 Καὶ οἱ υἱοὶ Συμεὼν, ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ, δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν, δῆμος Ἰαχινί·
13 Τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ, δῆμος ὁ Σαουλί.
14 Οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
ΑΡΙΘΜΟΙ 26 in μετάφραση των εβδομήκοντα