Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 23:7-17 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 23:7-17 in μετάφραση των εβδομήκοντα

7 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπʼ ἀνατολῶν, λέγων, δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.
8 Τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός;
9 Ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν· ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
10 Τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακὼβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.
11 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
12 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;
13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλὰκ, δεῦρο ἔτι μετʼ ἐμοῦ εἰς τόπον ἄλλον ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλʼ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
14 Καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου· καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς, καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
15 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.
16 Καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ, καὶ ἐνέβαλε ῥῆμα εἰς τὸ στόμα αὐτοῦ, καὶ εἶπεν, ἀποστράφηθι πρὸς Βαλὰκ, καὶ τάδε λαλήσεις.
17 Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ εἶπεν αὐτῷ Βαλὰκ, τί ἐλάλησε Κύριος;
ΑΡΙΘΜΟΙ 23 in μετάφραση των εβδομήκοντα