Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 18:2-15 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 18:2-15 in μετάφραση των εβδομήκοντα

2 Καὶ τοὺς ἀδελφούς σου φυλὴν Λευὶ, δῆμον τοῦ πατρός σου προσαγάγου πρὸς σεαυτὸν, καὶ προστεθήτωσάν σοι, καὶ λειτουργείτωσάν σοι· καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.
3 Καὶ φυλάξονται τὰς φυλακάς σου, καὶ τὰς φυλακὰς τῆς σκηνῆς. πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια, καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.
4 Καὶ προστεθήσονται πρὸς σέ, καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου, κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.
5 Καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων, καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ.
6 Καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου.
7 Καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου, καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος· καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.
8 Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρὼν, καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας, καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον.
9 Καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν, καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν, καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου.
10 Ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά· σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.
11 Καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
12 Πᾶσα ἀπαρχὴ ἐλαίου, καὶ πᾶσα ἀπαρχὴ οἴνου, σίτου ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά.
13 Τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
14 Πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ, σοὶ ἔσται.
15 Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλʼ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.
ΑΡΙΘΜΟΙ 18 in μετάφραση των εβδομήκοντα