Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 16:17-35 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 16:17-35 in μετάφραση των εβδομήκοντα

17 Καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπιθήσετε ἐπʼ αὐτὰ θυμίαμα, καὶ προσάξετε ἔναντι Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ.
18 Καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπέθηκαν ἐπʼ αὐτὰ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὰ θυμίαμα· καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ἀαρών.
19 Καὶ ἐπισυνέστησεν ἐπʼ αὐτοὺς Κορὲ τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ὤφθη ἡ δόξα Κυρίου πάσῃ τῇ συναγωγῇ.
20 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,
21 ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ.
22 Καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπαν, Θεὸς, Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ Κυρίου;
23 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
24 λάλησον τῇ συναγωγῇ, λέγων, ἀναχωρήσατε κύκγῳ ἀπὸ τῆς συναγωγῆς Κορὲ.
25 Καὶ ἀνέστη Μωυσῆς, καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρὼν, καὶ συνεπορεύθησαν μετʼ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ.
26 Καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν, λέγων, ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν.
27 Καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον, καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ ἡ ἀποσκευὴ αὐτῶν.
28 Καὶ εἶπε Μωυσῆς, ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέ με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπʼ ἐμαυτοῦ.
29 Εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατʼ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος ἀπέσταλκέ με.
30 Ἀλλʼ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ τὰς σκηνὰς αὐτῶν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον.
31 Ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐῤῥάγη ἡ γῆ ὑποκάτω αὐτῶν.
32 Καὶ ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ, καὶ τὰ κτήνη αὐτῶν.
33 Καὶ κατέβησαν αὐτοὶ, καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς.
34 Καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες, μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ.
35 Καὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου, καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.
ΑΡΙΘΜΟΙ 16 in μετάφραση των εβδομήκοντα