Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 15:24-36 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 15:24-36 in μετάφραση των εβδομήκοντα

24 καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.
25 Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, καὶ ἀφεθήσεται αὐτοῖς, ὅτι ἀκούσιόν ἐστι· καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔνατι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν.
26 Καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγην υἱῶν Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.
27 Ἐάν τε ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας.
28 Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης, καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου, ἐξιλάσασθαι περὶ αὐτοῦ.
29 Τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως.
30 Καὶ ψυχὴ ἥτις ποιήσῃ ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, ἐξόλοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς,
31 ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.
32 Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἑν τῇ ἐρήμῳ, καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.
33 Καὶ προσήγαγον αὐτὸν οἱ εὐρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν, καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ.
34 Καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν.
35 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, θανάτῳ θανατούσθω ὁ ἄνθρωπος· λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.
36 Καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς· καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξε Κύπιος τῷ Μωυσῇ.
ΑΡΙΘΜΟΙ 15 in μετάφραση των εβδομήκοντα