Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 10:1-6 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 10:1-6 in μετάφραση των εβδομήκοντα

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ποίησον σεαυτῷ δύο σάλπιγγας ἀγυρᾶς·
2 ἐλατὰς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς.
3 Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
4 Ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ.
5 καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβάλλουσαι αἱ παρεμβαλοῦσαι ἀνατολάς·
6 καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι Λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς Βοῤῥᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.
ΑΡΙΘΜΟΙ 10 in μετάφραση των εβδομήκοντα