Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΑΠΟΚΑΛΥΨΙΣ

ΑΠΟΚΑΛΥΨΙΣ 10

Help us?
Click on verse(s) to share them!
1(Καὶ εἶδον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός·
2καὶ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριον ἀνεῳγμένον. Καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
3καὶ ἔκραξεν φωνῇ μεγάλῃ, ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
4Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, «Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί,» καὶ «Μετὰ ταῦτα γράφεις.»
5Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν
6καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·
7ἀλλ᾿ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, τελεσθῇ τὸ μυστήριον τοῦ Θεοῦ, ὃ εὐηγγελίσατο τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
8Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσα μετ᾿ ἐμοῦ καὶ λέγουσα· «Ὕπαγε, λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.»
9Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ, «Δός μοι τὸ βιβλιδάριον.» Καὶ λέγει μοι· «Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾿ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.»
10Καὶ ἔλαβον τὸ βιβλιδάριον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ. Καὶ ὅτε ἔφαγον αὐτὸ ἐπικράνθη ἡ κοιλία μου.
11Καὶ λέγει μοι, «Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἐπὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.»