Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΡΑΞΕΙΣ 17:2-5 in Ancient Greek (to 1453)

Help us?

ΠΡΑΞΕΙΣ 17:2-5 in Η Καινή Διαθήκη

2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ⸂ὁ χριστός, ὁ⸃ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων ⸂πλῆθος πολὺ⸃ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 ⸂ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι⸃ τῶν ἀγοραίων ⸂ἄνδρας τινὰς⸃ πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ⸂καὶ ἐπιστάντες⸃ τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ⸀προαγαγεῖν εἰς τὸν δῆμον·
ΠΡΑΞΕΙΣ 17 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 17:2-5 in Η Καινή Διαθήκη

2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν Χριστός, Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον.
ΠΡΑΞΕΙΣ 17 in Η Καινή Διαθήκη

Acts 17:2-5 in Η Καινή Διαθήκη

2 Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν,
3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι «οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.»
4 Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες τῶν ἀγοραίων ἄνδρας τινὰς πονηρούς, καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον.
Acts 17 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 17:2-5 in Η Καινή Διαθήκη

2 κατα δε το ειωθος τω παυλω εισηλθεν προς αυτους και επι σαββατα τρια διελεξατο αυτοις απο των γραφων
3 διανοιγων και παρατιθεμενος οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτος εστιν ο χριστος ιησους ον εγω καταγγελλω υμιν
4 και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και τω σιλα των τε σεβομενων ελληνων πολυ πληθος γυναικων τε των πρωτων ουκ ολιγαι
5 προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντες των αγοραιων τινας ανδρας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν επισταντες τε τη οικια ιασονος εζητουν αυτους αγαγειν εις τον δημον
ΠΡΑΞΕΙΣ 17 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17:2-5 in Η Καινή Διαθήκη

2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3 διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν ὁ Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17 in Η Καινή Διαθήκη