Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΡΑΞΕΙΣ 2:11-16 in Ancient Greek (to 1453)

Help us?

ΠΡΑΞΕΙΣ 2:11-16 in Η Καινή Διαθήκη

11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
12 ἐξίσταντο δὲ πάντες καὶ ⸀διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ⸀θέλει τοῦτο εἶναι;
13 ἕτεροι δὲ ⸀διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
14 Σταθεὶς δὲ ⸀ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ⸀πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
ΠΡΑΞΕΙΣ 2 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 2:11-16 in Η Καινή Διαθήκη

11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
12 ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες, τί θέλει τοῦτο εἶναι;
13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.
14 Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς, ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,
ΠΡΑΞΕΙΣ 2 in Η Καινή Διαθήκη

Acts 2:11-16 in Η Καινή Διαθήκη

11 Κρῆτες καὶ Ἄραβες· ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.»
12 Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, «Τί ἂν θέλοι τοῦτο εἶναι;»
13 Ἕτεροι δὲ διαχλευάζοντες, ἔλεγον ὅτι «Γλεύκους μεμεστωμένοι εἰσίν.»
14 Σταθεὶς δὲ Πέτρος, σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐπεφθέγξατο αὐτοῖς· «Ἄνδρες—Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες—τοῦτο ὑμῖν γνωστὸν ἔστω· καί, ἐνωτίσασθε τὰ ῥήματά μου.
15 Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν (ἔστιν γὰρ ὥρα τρίτῃ τῆς ἡμέρας),
16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
Acts 2 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 2:11-16 in Η Καινή Διαθήκη

11 κρητες και αραβες ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου
12 εξισταντο δε παντες και διηπορουν αλλος προς αλλον λεγοντες τι αν θελοι τουτο ειναι
13 ετεροι δε χλευαζοντες ελεγον οτι γλευκους μεμεστωμενοι εισιν
14 σταθεις δε πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις ανδρες ιουδαιοι και οι κατοικουντες ιερουσαλημ απαντες τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου
15 ου γαρ ως υμεις υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη της ημερας
16 αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ
ΠΡΑΞΕΙΣ 2 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:11-16 in Η Καινή Διαθήκη

11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.
12 Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί ἂν θέλοι τοῦτο εἶναι;
13 Ἕτεροι δὲ χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.
14 Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας·
16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2 in Η Καινή Διαθήκη