30 Καὶ ὁ Κορνήλιος ἔφη· «Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων· καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
31 καί φησιν· ‹Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
32 Πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.›
33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν, πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.»
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· «Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεός,