Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΡΑΞΕΙΣ 24:14-20 in Ancient Greek (to 1453)

Help us?

ΠΡΑΞΕΙΣ 24:14-20 in Η Καινή Διαθήκη

14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν⸃ τοῖς προφήταις γεγραμμένοις,
15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι δικαίων τε καὶ ἀδίκων·
16 ἐν τούτῳ ⸀καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 δι’ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην⸃ καὶ προσφοράς,
18 ἐν ⸀αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ,
20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
ΠΡΑΞΕΙΣ 24 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 24:14-20 in Η Καινή Διαθήκη

14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
15 ἐλπίδα ἔχων πρὸς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.
16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διαπαντός.
17 δι’ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
18 ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου· τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,
19 οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ.
20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
ΠΡΑΞΕΙΣ 24 in Η Καινή Διαθήκη

Acts 24:14-20 in Η Καινή Διαθήκη

14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσιν τοῖς κατὰ τὸν Νόμον καὶ τοῖς Προφήταις γεγραμμένοις,
15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων.
16 Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 Δι᾿ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς,
18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·
19 οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,
Acts 24 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 24:14-20 in Η Καινή Διαθήκη

14 ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτως λατρευω τω πατρωω θεω πιστευων πασιν τοις κατα τον νομον και τοις προφηταις γεγραμμενοις
15 ελπιδα εχων εις τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι νεκρων δικαιων τε και αδικων
16 εν τουτω δε αυτος ασκω απροσκοπον συνειδησιν εχων προς τον θεον και τους ανθρωπους δια παντος
17 δι ετων δε πλειονων παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου και προσφορας
18 εν οις ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου τινες απο της ασιας ιουδαιοι
19 ους δει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς με
20 η αυτοι ουτοι ειπατωσαν τι ευρον εν εμοι αδικημα σταντος μου επι του συνεδριου
ΠΡΑΞΕΙΣ 24 in Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:14-20 in Η Καινή Διαθήκη

14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις·
15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων.
16 Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 Δι᾿ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς·
18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·
19 οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, εἴ τι εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24 in Η Καινή Διαθήκη