Text copied!
Bibles in Ancient Greek (to 1453)

ΚΑΤΑ ΛΟΥΚΑΝ 1:45-50 in Ancient Greek (to 1453)

Help us?

ΛΟΥΚΑΝ 1:45-50 in Η Καινή Διαθήκη

45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
46 Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου·
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
49 ὅτι ἐποίησέν μοι ⸀μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς ⸂καὶ γενεὰς⸃ τοῖς φοβουμένοις αὐτόν.
ΛΟΥΚΑΝ 1 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 1:45-50 in Η Καινή Διαθήκη

45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
46 Καὶ εἶπεν Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί,
49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός. καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 1 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 1:45-50 in Η Καινή Διαθήκη

45 Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.»
46 Καὶ εἶπεν Μαριάμ· «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου·
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί,
49 ὅτι ἐποίησέν μοι μεγαλεῖα ὁ Δυνατός, καὶ Ἅγιον τὸ ὄνομα αὐτοῦ.
50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 1 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 1:45-50 in Η Καινή Διαθήκη

45 και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου
46 και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον
47 και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου
48 οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι
49 οτι εποιησεν μοι μεγαλεια ο δυνατος και αγιον το ονομα αυτου
50 και το ελεος αυτου εις γενεας γενεων τοις φοβουμενοις αυτον
ΚΑΤΑ ΛΟΥΚΑΝ 1 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 1:45-50 in Η Καινή Διαθήκη

45 Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
46 Καὶ εἶπε Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,
47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
48 Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
49 Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 1 in Η Καινή Διαθήκη