Text copied!
Bibles in Ancient Greek (to 1453)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:2-8 in Ancient Greek (to 1453)

Help us?

ΙΩΑΝΝΗΝ 8:2-8 in Η Καινή Διαθήκη

ΙΩΑΝΝΗΝ 8:2-8 don't exist in Η Καινή Διαθήκη.
ΙΩΑΝΝΗΝ 8 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:2-8 in Η Καινή Διαθήκη

2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς.
3 ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
4 λέγουσιν αὐτῷ· διδάσκαλε, αὕτη ἡ γυνὴ κατειλήφθη ἐπαυτοφώρῳ μοιχευομένη.
5 ἐν δὲ τῷ νόμῳ Μωϋσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.
7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπε πρὸς αὐτούς· ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω.
8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:2-8 in Η Καινή Διαθήκη

2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
3 Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
4 λέγουσιν αὐτῷ· «Διδάσκαλε, ταύτην εὕρομεν ἐπ᾿ αὐτοφώρῳ μοιχευομένην.
5 Ἐν δὲ τῷ νόμῳ ἡμῶν Μωσῆς ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι. Σὺ οὖν τί λέγεις;»
6 Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορίαν κατ᾿ αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος.
7 Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς, «Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ᾿ αὐτῇ βαλέτω.»
8 Καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:2-8 in Η Καινή Διαθήκη

2 ορθρου δε παλιν παρεγενετο εις το ιερον και πας ο λαος ηρχετο και καθισας εδιδασκεν αυτους
3 αγουσιν δε οι γραμματεις και οι φαρισαιοι προς αυτον γυναικα εν μοιχεια καταληφθεισαν και στησαντες αυτην εν μεσω
4 λεγουσιν αυτω πειραζοντες διδασκαλε αυτη η γυνη κατεληφθη επ αυτοφορω μοιχευομενη
5 εν δε τω νομω μωσης ημιν ενετειλατο τας τοιαυτας λιθοβολεισθαι συ ουν τι λεγεις
6 τουτο δε ελεγον πειραζοντες αυτον ινα εχωσιν κατηγορειν αυτου ο δε ιησους κατω κυψας τω δακτυλω εγραφεν εις την γην μη προσποιουμενος
7 ως δε επεμενον ερωτωντες αυτον ανακυψας ειπεν προς αυτους ο αναμαρτητος υμων πρωτον επ αυτην τον λιθον βαλετω
8 και παλιν κατω κυψας εγραφεν εις την γην
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:2-8 in Η Καινή Διαθήκη

2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
3 Ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,
4 λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατειλήφθη ἐπαυτοφώρῳ μοιχευομένη.
5 Ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
6 Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.
7 Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπε πρὸς αὐτούς, Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτος τὸν λίθον ἐπ᾿ αὐτῇ βαλέτω.
8 Καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8 in Η Καινή Διαθήκη