Text copied!
Bibles in Ancient Greek (to 1453)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10-13 in Ancient Greek (to 1453)

Help us?

ΙΩΑΝΝΗΝ 7:10-13 in Η Καινή Διαθήκη

10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ ⸂εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη⸃, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ.
11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος;
12 καὶ γογγυσμὸς ⸂περὶ αὐτοῦ ἦν πολὺς⸃ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι ⸀δὲ ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
ΙΩΑΝΝΗΝ 7 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10-13 in Η Καινή Διαθήκη

10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλ’ ἐν κρυπτῷ.
11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;
12 καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τῷ ὄχλῳ· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10-13 in Η Καινή Διαθήκη

10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ.
11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, «Ποῦ ἐστιν ἐκεῖνος;»
12 Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι «Ἀγαθός ἐστιν,» ἄλλοι ἔλεγον, «Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.»
13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10-13 in Η Καινή Διαθήκη

10 ως δε ανεβησαν οι αδελφοι αυτου τοτε και αυτος ανεβη εις την εορτην ου φανερως αλλ ως εν κρυπτω
11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινος
12 και γογγυσμος πολυς περι αυτου ην εν τοις οχλοις οι μεν ελεγον οτι αγαθος εστιν αλλοι ελεγον ου αλλα πλανα τον οχλον
13 ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10-13 in Η Καινή Διαθήκη

10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ.
11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;
12 Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7 in Η Καινή Διαθήκη