Text copied!
Bibles in Ancient Greek (to 1453)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65-70 in Ancient Greek (to 1453)

Help us?

ΙΩΑΝΝΗΝ 6:65-70 in Η Καινή Διαθήκη

65 καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ ⸀πατρός.
66 Ἐκ τούτου πολλοὶ ⸀ἐκ ⸂τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον⸃ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.
67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68 ⸀ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,
69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ⸀ἅγιος τοῦ ⸀θεοῦ.
70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.
ΙΩΑΝΝΗΝ 6 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65-70 in Η Καινή Διαθήκη

65 καὶ ἔλεγεν· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός ἐμὲ ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός.
66 Ἐκ τούτου οὖν πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.
67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68 ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις·
69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.
70 ἀπεκρίθη αὐτοῖς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65-70 in Η Καινή Διαθήκη

65 Καὶ ἔλεγεν, «Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.»
66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν.
67 Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;»
68 Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
69 Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.»
70 Ἀπεκρίθη αὐτοῖς· «Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.»
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65-70 in Η Καινή Διαθήκη

65 και ελεγεν δια τουτο ειρηκα υμιν οτι ουδεις δυναται ελθειν προς με εαν μη η δεδομενον αυτω εκ του πατρος μου
66 εκ τουτου πολλοι απηλθον των μαθητων αυτου εις τα οπισω και ουκετι μετ αυτου περιεπατουν
67 ειπεν ουν ο ιησους τοις δωδεκα μη και υμεις θελετε υπαγειν
68 απεκριθη ουν αυτω σιμων πετρος κυριε προς τινα απελευσομεθα ρηματα ζωης αιωνιου εχεις
69 και ημεις πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο χριστος ο υιος του θεου του ζωντος
70 απεκριθη αυτοις ο ιησους ουκ εγω υμας τους δωδεκα εξελεξαμην και εξ υμων εις διαβολος εστιν
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6 in Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65-70 in Η Καινή Διαθήκη

65 Καὶ ἔλεγε, Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου.
66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν.
67 Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68 Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
69 Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
70 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6 in Η Καινή Διαθήκη