18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
19 Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον· ΙΗΣΟΥΣ Ὁ ΝΑΖΩΡΑΙΟΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.
21 Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, «Μὴ γράφε, ‹Ὁ Βασιλεὺς τῶν Ἰουδαίων,› ἀλλ᾿ ὅτι ἐκεῖνος εἶπεν, ‹Βασιλεύς εἰμι τῶν Ἰουδαίων.› »
22 Ἀπεκρίθη ὁ Πιλᾶτος, «Ὃ γέγραφα, γέγραφα.»
23 Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου.
24 Εἶπον οὖν πρὸς ἀλλήλους, «Μὴ σχίσωμεν αὐτὸν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται,» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
26 Ἰησοῦς οὖν, ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ, «Γύναι, ἴδε ὁ υἱός σου.»
27 Εἶτα λέγει τῷ μαθητῇ, «Ἰδοὺ ἡ μήτηρ σου.» Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28 Μετὰ τοῦτο, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφή, λέγει, «Διψῶ.»
29 Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30 Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς, εἶπεν, «Τετέλεσται.» Καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.
31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
32 Ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ.
33 Ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη.
34 Ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
35 Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ, (κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει), ἵνα ὑμεῖς πιστεύσητε.
36 Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ Γραφὴ πληρωθῇ, «Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾿ αὐτοῦ.»