Text copied!
CopyCompare
Η Καινή Διαθήκη - Acts - Acts 7

Acts 7:45-52

Help us?
Click on verse(s) to share them!
45ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν, μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ·
46ὃς εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ·
47Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
48Ἀλλ᾿ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει·
49‹Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι,› λέγει Κύριος, ‹ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;›
51»Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.
52Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·

Read Acts 7Acts 7
Compare Acts 7:45-52Acts 7:45-52