Text copied!
CopyCompare
Η Καινή Διαθήκη - Acts - Acts 19

Acts 19:1-9

Help us?
Click on verse(s) to share them!
1Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον, διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον. Καὶ εὑρών τινας μαθητὰς
2εἶπεν πρὸς αὐτούς, «Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες;» Οἱ δὲ εἶπον πρὸς αὐτόν, «Ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν.»
3Εἶπέν τε, «Εἰς τί οὖν ἐβαπτίσθητε;» Οἱ δὲ εἶπον, «Εἰς τὸ Ἰωάννου βάπτισμα.»
4Εἶπεν δὲ Παῦλος, «Ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾿ ἔστιν, εἰς τὸν Χριστόν, Ἰησοῦν.»
5Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
6Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
7Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.
8Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
9Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾿ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾿ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.

Read Acts 19Acts 19
Compare Acts 19:1-9Acts 19:1-9