Text copied!
CopyCompare
Η Καινή Διαθήκη - Acts - Acts 18

Acts 18:6-12

Help us?
Click on verse(s) to share them!
6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· «Τὸ αἷμα ὑμῶν ἐπὶ τὰς κεφαλὰς ὑμῶν· καθαρὸς ἐγώ. Ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.»
7Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8Κρίσπος δέ, ὁ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων, ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο.
9Εἶπεν δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· «Μὴ φοβοῦ· ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.»
11Ἐκάθισέν τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,

Read Acts 18Acts 18
Compare Acts 18:6-12Acts 18:6-12