Text copied!
CopyCompare
Η Καινή Διαθήκη - Acts - Acts 12

Acts 12:4-12

Help us?
Click on verse(s) to share them!
4—ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ, προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
6Ὅτε δὲ ἔμελλεν προάγειν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, «Ἀνάστα ἐν τάχει,» καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8Εἶπέν τε ὁ ἄγγελος πρὸς αὐτόν, «Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου.» Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, «Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.»
9Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν.
10Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ.
11Καὶ ὁ Πέτρος, γενόμενος ἐν ἑαυτῷ, εἶπεν, «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.»
12Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας, τῆς μητρὸς Ἰωάννου (τοῦ ἐπικαλουμένου Μάρκου), οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.

Read Acts 12Acts 12
Compare Acts 12:4-12Acts 12:4-12